ΎΜΝΟΣ ΕΙΣ ΤΗΝ ΑΝΑΣΣΑ ΜΗΤΕΡΑ ΤΟΥ ΘΕΟΥ
Παναγία Θεοτόκε ὦ Μητέρα τοῦ Θεοῦ
Δέσποινα Παρθένε Κόρη εὐφροσύνη τ’ Οὐρανοῦ
Δέσποινα Παρθένε Κόρη εὐφροσύνη τ’ Οὐρανοῦ
Παναγία Θεοτόκε ὦ Μητέρα τοῦ Θεοῦ.
Μαριὰμ Τετιμημένη ἐκ πασῶν των γενεῶν
Χαῖρε Κεχαριτωμένη σὺν τῷ Γαβριὴλ βοῶ
Χαῖρε Κεχαριτωμένη σὺν τῷ Γαβριὴλ βοῶ
Μαριὰμ Τετιμημένη ἐκ πασῶν των γενεῶν
Χαῖρε! Ἀειπάρθενε Μαρία Θεοτόκε!
Ἀδαπάνητον γὰρ χάριν εὐρηκας παρα Θεῷ.
Ἀκατάληπτος τοῖς πᾶσιν, καὶ ἀγγέλοις καὶ ἀνθρώποις
ὁ σὸς Τόκος, ξενον θαῦμα, ἐν τε γῆ καὶ οὐρανῷ.
Πανυπερευλογημένη σὺ ἁγνὴ ἐν γυναιξίν
Χαῖρε ὦ προορισμένη Θεὸν φέρειν ἐν γαστρὶ
Χαῖρε ὦ προορισμένη Θεὸν φέρειν ἐν γαστρὶ
Πανυπερευλογημένη σὺ ἁγνὴ ἐν γυναιξίν
Χαῖρε Δεσποινα τοῦ Κόσμου ὁρατοῦ καὶ νοητοῦ
Ἡ Γεννήσασα το Φῶς μου Χαῖρε Μῆτερ τοῦ Χριστοῦ
Ἡ Γεννήσασα το Φῶς μου Χαῖρε Μῆτερ τοῦ Χριστοῦ
Χαῖρε Δεσποινα τοῦ Κόσμου ὁρατοῦ καὶ νοητοῦ
Χαῖρε! Ω Παντάνασσα Κυρία Θεοτόκε!
Ἀκλὶνὴς τοῦ κόσμου Σκέπη, βοηθέ των ὀρφανῶν.
Των πτωχῶν Παρηγορία, Σύ μοι έσο οδηγία,
των πιστών αει Προστάτις, προ δε παντων μοναχών.
Μαριὰμ Παρθενομήτωρ ἡ ἐλπὶς ἐμῆς ψυχῆς
Πάνσεμνε Θεοκυῆτορ χαῖρε Μῆτερ τῆς Ζωῆς
Πάνσεμνε Θεοκυῆτορ χαῖρε Μῆτερ τῆς Ζωῆς
Μαριὰμ Παρθενομήτωρ ἡ ἐλπὶς ἐμῆς ψυχῆς
Χαῖρε Ἀχωρήτου Χώρα τοῦ Κυρίου Ἰησοῦ
Σὺ τὰ θεῖα δὸς μοὶ δῶρα Πλατυτέρα Οὐρανοῦ
Σὺ τὰ θεῖα δὸς μοὶ δῶρα Πλατυτέρα Οὐρανοῦ
Χαῖρε Ἀχωρήτου Χώρα τοῦ Κυρίου Ἰησοῦ
Χαῖρε! Αγιόλεκτε Μαρία Φωτοτόκε!
Ἀληθώς Ωραιοτέρα πάντων των αστερισμών
Σεραφεὶμ Ἐνδοξοτέρα και των θρόνων στερροτέρα.
Ασυγκρίτως υπερτέρα των χερουβικών χορών
Σὲ καθικετεύω Κόρη τὴν Μητέρα τοῦ Θεοῦ
Εὐλαβῶς σοὶ κλίνω γόνυ, πρέσβευε ὑπὲρ ἐμοῦ
Εὐλαβῶς σοὶ κλίνω γόνυ, πρέσβευε ὑπὲρ ἐμοῦ
Σὲ καθικετεύω Κόρη τὴν Μητέρα τοῦ Θεοῦ
Θεονύμφευτε Μαρία τὴν ἀγάπη σοῦ ποθῶ
Δώρησαί μοὶ σωτηρίαν ἵνα σὲ ἀεὶ τιμῶ
Δώρησαί μοὶ σωτηρίαν ἵνα σὲ ἀεὶ τιμῶ
Θεονύμφευτε Μαρία τὴν ἀγάπη σοῦ ποθῶ
Χαῖρε! Ω Θεόνυμφε Μαρία Θεοτόκε!
Μετ’ ἐμοῦ γενοῦ Παρθένε, πρέσβευε τῷ σῷ Υἱῷ
ὅπως ἐν μελλούσῃ κρίσει ὅταν βίβλοι ἀνοιχθώσιν,
τῶν ἐν βίῳ πεπραγμένων, ὕπ Αὐτοῦ ἐλεηθῶ.
Ποίηση - Σύνθεση: Μιλτιάδης Νικολάου,
Εκτέλεση: "Υμνωδοί του Αοράτου"
© Μιλτιάδης Νικολάου, Ἰδάλιον, † ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ, 8/21.9.2025




